Septuagint in Johannine Writings

 
Zeal for Your House Consumes Me
Ps 69:9 (LXX 68:10) ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ ἐμέ. John 2:17 Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
LXX has aorist κατέφαγέν, but John uses future middle καταφάγεταί.

 
No Bones Broken
Ex 12:10 οὐκ ἀπολείψετε ἀπ αὐτοῦ ἕως πρωὶ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ αὐτοῦ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε.

Ex 12:46 ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ αὐτοῦ.

Num 9:12 οὐ καταλείψουσιν ἀπ αὐτοῦ εἰς τὸ πρωὶ καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ αὐτοῦ· κατὰ τὸν νόμον τοῦ πασχα ποιήσουσιν αὐτό.

Ps 34:20 (LXX 33:21) κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.

John 19:36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
A loose quote rather than a direct quote of any LXX text. C.K. Barrett: "It is difficult to give the source of this quotation. Three or four OT passages come under consideration: Ex 12:10 (cf. v.46), Num 9:12; Ps 34(33):21. The Pentateuchal passages refer to the passover sacrifice, of which no bone may be broken; that in the Psalter refers to God's care of the faithful (κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν)." (The Gospel According to John, London: SPCK, 1967)

 
They Will Look on the One They Have Pierced
Zech 12:10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ καὶ ἐπιβλέψονται πρός με ἀνθ᾿ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾿ αὐτὸν κοπετὸν ὡς ἐπ᾿ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. John 19:37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει· ὄψονται εἰς ὃν ἐξεκέντησαν.
LXX has ἐπιβλέψονται πρός με ἀνθ᾿ ὧν κατωρχήσαντο (They shall look upon me because they have mocked me), while the Johannine text is ὄψονται εἰς ὃν ἐξεκέντησαν (They shall look upon the one whom they have pierced). Obviously John gets the quote from HMT and not LXX.

 
 
 

Back to Main || Verse Indexes || Last Updated: April 28, 2007